The Kindly Ones

Angry female black metal, chanted rap, electric guitar and drum, deep female vocals, Greek

July 10th, 2024suno

Lyrics

[Verse 1] μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶ- νίς μ᾽ ἄτιμον τίθησιν τόνδ᾽ ἀφαιρούμενος πτῶκα, ματρῷον ἅ- γνισμα κύριον φόνου. [Chorus 1, crescendo] ἐπὶ δὲ τῷ τεθυμένῳ τόδε μέλος, παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρ- μικτος, αὐονὰ βροτοῖς. [Verse 2] τοῦτο γὰρ λάχος διανταία Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν, θνατῶν τοῖσιν αὐτουργίαι ξυμπέσωσιν μάταιοι, τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν γᾶν ὑπέλθῃ· θανὼν δ᾽ οὐκ ἄγαν ἐλεύθερος. [Chorus 1, crescendo] ἐπὶ δὲ τῷ τεθυμένῳ τόδε μέλος, παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρ- μικτος, αὐονὰ βροτοῖς. [Verse 3] γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη· ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστί συνδαίτωρ μετάκοινος· παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην [Chorus 2] δωμάτων γὰρ εἱλόμαν ἀνατροπάς, ὅταν Ἄρης τιθασὸς ὢν φίλον ἕλῃ. ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ- ροῦμεν ὑφ᾽ αἵματος νέου. [Verse 4] σπεύδομεν αἵδ᾽ ἀφελεῖν τινὰ τάσδε μερίμνας, θεῶν δ᾽ ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν, μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν· Ζεὺς δ᾽ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας ἇς ἀπηξιώσατο. [Chorus 2] δωμάτων γὰρ εἱλόμαν ἀνατροπάς, ὅταν Ἄρης τιθασὸς ὢν φίλον ἕλῃ. ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ- ροῦμεν ὑφ᾽ αἵματος νέου. [Verse 5] δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη σμοῖς τ᾽ ἐπιφθόνοις ποδός. [Chorus 3, forte] μάλα γὰρ οὖν ἁλομένα ἀνέκαθεν βαρυπεσῆ καταφέρω ποδὸς ἀκμάν, σφαλερὰ καὶ τανυδρόμοις κῶλα, δύσφορον ἄταν. [Verse 6] πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾳ· τοῖον γὰρ ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται, καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ- ται πολύστονος φάτις. [Chorus 3, forte] μάλα γὰρ οὖν ἁλομένα ἀνέκαθεν βαρυπεσῆ καταφέρω ποδὸς ἀκμάν, σφαλερὰ καὶ τανυδρόμοις κῶλα, δύσφορον ἄταν. [Loud Ending]

Empfohlen

Consumed by Fervor
Consumed by Fervor

rock anthemic

con gioia 9 ago
con gioia 9 ago

female voice happy, pop

Cat Offense
Cat Offense

trip metal, drug experience, catnip metal

Donkey Monk
Donkey Monk

electronic swingjazz with drum

Отец Моей Жены
Отец Моей Жены

рок гитарный энергичный

Country vibe check
Country vibe check

agressive hardstyle, violin, benjo, harmonica

Night of Stars
Night of Stars

1980s electric bosnian pop rock

Farshid 14
Farshid 14

Minor Harmonic- Jazz fusion bossa nova-128 bptempo - with Cajun and epiano and guitar-accompaniment with jazz funk disco

নীল আকাশ
নীল আকাশ

অ্যাকোস্টিক মেলোডিক ভাটিয়ালি

Look Ma, I'm Trending!
Look Ma, I'm Trending!

brazilian phonk deep 808s eerie melodies samba rhythms heavy distorted bass

Oren's forge easay
Oren's forge easay

Spoken word, doomerwave ballad , ominous folk song , synth

Detectives
Detectives

Film Noir Jazz, Orchestral Spy Music, Electronic Ambient, Trip-Hop, Dark Synthwave